Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.192.4 | Hdt. 1.193.4 (English) | >>Hdt. 1.194.2 |
1.193.2 ἡ γὰρ Βαβυλωνίη χώρη πᾶσα , κατά περ ἡ Αἰγυπτίη , κατατέτμηται ἐς διώρυχας · καὶ ἡ μεγίστη τῶν διωρύχων ἐστὶ νηυσιπέρητος , πρὸς ἥλιον τετραμμένη τὸν χειμερινόν , ἐσέχει δὲ ἐς ἄλλον ποταμὸν ἐκ τοῦ Εὐφρήτεω , ἐς τὸν Τίγρην , παρʼ ὃν Νίνος πόλις οἴκητο . ἔστι δὲ χωρέων αὕτη πασέων μακρῷ ἀρίστη τῶν ἡμεῖς ἴδμεν Δήμητρος καρπὸν ἐκφέρειν ... note
1.193.3 τὰ γὰρ δὴ ἄλλα δένδρεα οὐδὲ πειρᾶται ἀρχὴν φέρειν , οὔτε συκέην οὔτε ἄμπελον οὔτε ἐλαίην . τὸν δὲ τῆς Δήμητρος καρπὸν ὧδε ἀγαθὴ ἐκφέρειν ἐστὶ ὥστε ἐπὶ διηκόσια μὲν τὸ παράπαν ἀποδιδοῖ , ἐπειδὰν δὲ ἄριστα αὐτὴ ἑωυτῆς ἐνείκῃ , ἐπὶ τριηκόσια ἐκφέρει . τὰ δὲ φύλλα αὐτόθι τῶν τε πυρῶν καὶ τῶν κριθέων τὸ πλάτος γίνεται τεσσέρων εὐπετέως δακτύλων .
1.193.4 ἐκ δὲ κέγχρου καὶ σησάμου ὅσον τι δένδρον μέγαθος γίνεται , ἐξεπιστάμενος μνήμην οὐ ποιήσομαι , εὖ εἰδὼς ὅτι τοῖσι μὴ ἀπιγμένοισι ἐς τὴν Βαβυλωνίην χώρην καὶ τὰ εἰρημένα καρπῶν ἐχόμενα ἐς ἀπιστίην πολλὴν ἀπῖκται . χρέωνται δὲ οὐδὲν ἐλαίῳ ἀλλʼ ἢ ἐκ τῶν σησάμων ποιεῦντες . εἰσὶ δέ σφι φοίνικες πεφυκότες ἀνὰ πᾶν τὸ πεδίον , οἱ πλεῦνες αὐτῶν καρποφόροι , ἐκ τῶν καὶ σιτία καὶ οἶνον καὶ μέλι ποιεῦνται ·
1.193.5 τοὺς συκέων τρόπον θεραπεύουσι τά τε ἄλλα καὶ φοινίκων τοὺς ἔρσενας Ἕλληνες καλέουσι , τούτων τὸν καρπὸν περιδέουσι τῇσι βαλανηφόροισι τῶν φοινίκων , ἵνα πεπαίνῃ τέ σφι ὁ ψὴν τὴν βάλανον ἐσδύνων καὶ μὴ ἀπορρέῃ ὁ καρπὸς τοῦ φοίνικος · ψῆνας γὰρ δὴ φέρουσι ἐν τῷ καρπῷ οἱ ἔρσενες κατά περ δὴ οἱ ὄλυνθοι .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.192.4 | Hdt. 1.193.4 (English) | >>Hdt. 1.194.2 |